-
Deuteronomy 9
- 1 ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ
- 2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη υἱοὺς Ενακ οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ
- 3 καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου οὗτος προπορεύεται πρὸ προσώπου σου πῦρ καταναλίσκον ἐστίν οὗτος ἐξολεθρεύσει αὐτούς καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολεῖς αὐτούς καθάπερ εἶπέν σοι κύριος
- 4 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου
- 5 οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ
- 6 καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι ὅτι λαὸς σκληροτράχηλος εἶ
- 7 μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῇ ἐρήμῳ ἀφ’ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον
- 8 καὶ ἐν Χωρηβ παρωξύνατε κύριον καὶ ἐθυμώθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς
- 9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμᾶς καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον
- 10 καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ καὶ ἐπ’ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας
- 11 καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ τεσσαράκοντα νυκτῶν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας πλάκας διαθήκης
- 12 καὶ εἶπεν κύριος πρός με ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς χώνευμα
- 13 καὶ εἶπεν κύριος πρός με λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων ἑώρακα τὸν λαὸν τοῦτον καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν
- 14 ἔασόν με ἐξολεθρεῦσαι αὐτούς καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο
- 15 καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου
- 16 καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν κύριος
- 17 καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν
- 18 καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροξῦναι αὐτόν
- 19 καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν ὅτι παρωξύνθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ
- 20 καὶ ἐπὶ Ααρων ἐθυμώθη κύριος σφόδρα ἐξολεθρεῦσαι αὐτόν καὶ ηὐξάμην καὶ περὶ Ααρων ἐν τῷ καιρῷ ἐκείνῳ
- 21 καὶ τὴν ἁμαρτίαν ὑμῶν ἣν ἐποιήσατε τὸν μόσχον ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως οὗ ἐγένετο λεπτόν καὶ ἐγενήθη ὡσεὶ κονιορτός καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους
- 22 καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιθυμίας παροξύνοντες ἦτε κύριον τὸν θεὸν ὑμῶν
- 23 καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμᾶς ἐκ Καδης Βαρνη λέγων ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν ἣν δίδωμι ὑμῖν καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ
- 24 ἀπειθοῦντες ἦτε τὰ πρὸς κύριον ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν
- 25 καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ὅσας ἐδεήθην εἶπεν γὰρ κύριος ἐξολεθρεῦσαι ὑμᾶς
- 26 καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα κύριε κύριε βασιλεῦ τῶν θεῶν μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ
- 27 μνήσθητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν θεραπόντων σου οἷς ὤμοσας κατὰ σεαυτοῦ μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν
- 28 μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν λέγοντες παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ
- 29 καὶ οὗτοι λαός σου καὶ κλῆρός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ
-
-
World English Bible (web)
- Afrikaans
- Albanian
- Arabic
- Armenian
- Basque
- Breton
- Calo
- Chamorro
- Cherokee
- Chinese
- Coptic
- Croatian
- Czech
- Danish
- Dari
- Dutch
-
English
American King James Version (akjv) American Standard Version (asv) Basic English Bible (basicenglish) Douay Rheims (douayrheims) John Wycliffe Bible (c.1395) (wycliffe) King James Version (kjv) King James Version (1769) with Strongs Numbers and Morphology and CatchWords, including Apocrypha (without glosses) (kjva) Webster's Bible (wb) Weymouth NT (weymouth) William Tyndale Bible (1525/1530) (tyndale) World English Bible (web) Young's Literal Translation (ylt)
- English and Klingon.
- Esperanto
- Estonian
- Finnish
- French
- German
- Gothic
- Greek
- Greek Modern
- Hebrew
- Hungarian
- Italian
- Japanese
- Korean
- Latin
- Latvian
- Lithuanian
- Malagasy
- Malayalam
- Manx Gaelic
- Maori
- Mongolian
- Myanmar Burmse
- Ndebele
- Norwegian bokmal
- Norwegian nynorsk
- Pohnpeian
- Polish
- Portuguese
- Potawatomi
- Romanian
- Russian
- Scottish Gaelic
- Serbian
- Shona
- Slavonic Elizabeth
- Spanish
- Swahili
- Swedish
- Syriac
- Tagalog
- Tausug
- Thai
- Tok Pisin
- Turkish
- Ukrainian
- Uma
- Vietnamese
-
OT LXX Accented (lxx - 3)
2022-08-23Greek (grc)
d The Analytic Septuagint was prepared by Steve Amato of the Boston Christian Bible Study Resources http://www.bcbsr.com
Morphology was included from the LXXM (see below)
The The Analytic Septuagint is not to be used, either directly or indirectly, for commercial purposes without prior written consent of Steve Amato and the legal authors and developers of the morphology of the LXXM identified below.
The LXXM = The morphologically analyzed text of CATSS LXX prepared by CATSS under the direction of R. Kraft (Philadelphia team)
The CATSS LXX = The computer form prepared by the TLG (Thesaurus Linguae Graecae) Project directed by T. Brunner at the University of California, Irvine, with further verification and adaptation (in process) by CATSS towards conformity with the individual Göttingen editions that have appeared since 1935.
The LXX = Septuaginta, ed. A. Rahlfs (Stuttgart: Württembergische Bibelanstalt, 1935; repr. in 9th ed., 1971).
Greek Septuagint Version 270 BC- Encoding: UTF-8
- Direction: LTR
- LCSH: Bible.Ancient Greek (to 1453).O.T.
- Distribution Abbreviation: lxx
License
Copyrighted; Free non-commercial distribution
Source (OSIS)
http://ccat.sas.upenn.edu/gopher/text/religion/biblical/lxxmorph/
- history_1.1
- Replaced missing sections of Isaiah and switched to more descriptive tags for morphology
- history_1.2
- changed to book granularity, which makes module about half as large and removed some extraneous verse references
- history_2.0
- replaced LXX with LXXM and obsoleted old LXX module
- history_2.5
- updated to latest version of LXXM from Steve Amato, migrated to OSIS, converted .conf to UTF-8
- history_2.6
- new module with new v11n
- history_2.7
- new module from scratch
- history_3.0
- (2022-08-23) : This version uses again Pierre build. It comes with small corrections in conf. According to MOD-415. The version grow to 3.0. We have also to decide what we want to do with the lex entries.

Favourite Verse
You should select one of your favourite verses.
This verse in combination with your session key will be used to authenticate you in the future.
This is currently the active session key.
Should you have another session key from a previous session.
You can add it here to load your previous session.